Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.51 Joseph. AJ 16.58 (English) >>Joseph. AJ 16.63

16.55ἀπαγγέλλεται δʼ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρʼ ἐκείνου ξένια προσήκω. 16.56ταῦτα γὰρ πάντα καὶ ἔθνει καὶ πόλει πρὸς ἄνδρα τοσούτων ἐπιστατοῦντα πραγμάτων δεξιώματα καὶ σύμβολα φιλίας χρὴ δοκεῖν, ἣν ἀπέδωκας τῷ Ἰουδαίων ἔθνει τῆς Ἡρώδου προξενούσης αὐτὴν ἑστίας. 16.57τούτων ὑπομιμνήσκοντές σε καὶ αὐτοῦ τοῦ παρόντος καὶ συγκαθεζομένου βασιλέως ἠξιώκαμεν περιττὸν οὐδέν, δʼ αὐτοὶ δεδώκατε ταῦθʼ ὑπʼ ἄλλων μὴ περιιδεῖν ἀφαιρουμένους.” 16.58

Τοιαῦτα μὲν τοῦ Νικολάου διελθόντος ἐγένετο οὐδεμία τῶν Ἑλλήνων ἀντικατάστασις· οὐδὲ γὰρ ὡς ἐν δικαστηρίῳ περὶ τῶν προκειμένων διελάμβανον, ἀλλʼ ἦν ἔντευξις ὧν ἐβιάζοντο. 16.59κἀκείνων ἀπολογία μὲν οὐδεμία τοῦ μὴ ταῦτα ποιεῖν, πρόφασις δέ, ὡς τὴν χώραν αὐτῶν νεμόμενοι πάντα νῦν ἀδικοῖεν. οἱ δὲ ἐγγενεῖς τε αὑτοὺς ἐδείκνυσαν κἀν τῷ τὰ οἰκεῖα τιμᾶν μηδὲν λυποῦντες οἰκεῖν. 16.60συνιδὼν οὖν Ἀγρίππας βιαζομένους ἀπεκρίνατο ταῦτα· διὰ μὲν τὴν Ἡρώδου πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν ἕτοιμος εἶναι πᾶν ὁτιοῦν χαρίζεσθαι Ἰουδαίοις, δὲ ἀξιοῦσιν καὶ καθʼ αὑτὰ δίκαια δοκεῖν· ὥστʼ, εἰ μὲν ἐδέοντο καὶ πλειόνων, οὐκ ἂν ὀκνῆσαι τά γε μὴ λυποῦντα τὴν Ῥωμαίων ἀρχὴν παρασχεῖν. ἐπεὶ δὲ καὶ πρότερον εἰλήφασιν ἄκυρα μὴ γενέσθαι, βεβαιοῦν αὐτοῖς ἀνεπηρεάστοις ἐν τοῖς οἰκείοις διατελεῖν ἔθεσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.51 Joseph. AJ 16.58 (English) >>Joseph. AJ 16.63

Powered by PhiloLogic